Ancient Greek · ~2 min
Book 4
Galen, In Hippocratis De victu acutorum 4.49
Not analysed yet
Μάλιστα μὲν οὖν δεῖ τὸν περισσὸν ἀριθμὸν εὐλαβέεσθαι, ὡς αὗται αἱ ἡμέραι ἑτεροῤῥεπέας ποιοῦσι τοὺς κάμνοντας. Οὐχ ἁπλῶς ἀκουστέον ἐστὶν, ἀλλ᾿ ἐπὶ τῶν ὀξέων νοσημάτων, μέγα δύνασθαι τὰς περισσὰς ἡμέρας, ὡς μεταβολὰς ἑκατέρως ἀξιολόγους ἐμποιούσας εἰς ὑγείαν τε καὶ θάνατον· τοῦτο γὰρ σημαίνει τὸ ἑτεροῤῥεπέας. ἐπὶ μὲν τῶν ὀξέων ἡ γ΄ καὶ ἡ ε΄ καὶ ζ΄ καὶ θ΄ καὶ ια΄ καὶ ιδ΄ καὶ ιζ΄, ἐπὶ δὲ τῶν χρονίων ξ΄ καὶ π΄. μέσαι δ᾿ αὐτῶν εἰσι κ΄ καὶ λδ΄ καὶ μ΄, περιτταὶ δὲ καὶ αὗται.