Ancient Greek · ~1 min
Book 4
Galen, In Hippocratis De victu acutorum 4.59
Not analysed yet
Ὁκόταν δὲ πυρέσσοντι τεταρταίῳ ἡ γλῶσσα ἐκτεταραγμένα διαλέγεται καὶ ἡ κοιλίη χολώδεα ὑποχωρέει ὑγρὰ, φιλέει παραληρεῖν ὁ τοιόσδε· ἀλλὰ χρὴ παραφυλάσσειν παρεπόμενον τοῖσιν ἀποβαίνουσι. Ἀλλὰ καὶ ἐν ἄλλῃ τινὶ τῶν ἡμερῶν· ἐὰν δὲ καὶ τεταρταία φανῇ πρῶτον, κινδυνωδεστέραν εἶναι τὴν ζ΄ δηλοῖ, τουτέστι τὰ ἐκείνῃ γενησόμενα.