Ancient Greek · ~1 min
Book 4
Galen, In Hippocratis De victu acutorum 4.6
Not analysed yet
Καὶ ἢν πικρὸν τὸ στόμα γίγνηται, ἐμέειν ξυμφέρει καὶ τὴν κοιλίην ὑποκλύσαι. Ἡ πικρία τῆς χολῆς πικρὸν ἐργάζεται τὸ στόμα· κοινὸς γὰρ καὶ εἷς χιτών ἐστιν, ὅ τ᾿ ἔνδον τῆς γαστρὸς καὶ ἅπας ὁ ὑπαλείφων τὸ στόμα. κατὰ λόγον οὖν ὁ συγγραφεὺς ἐκκενοῖ τὴν χολὴν δι᾿ ἐμέτων τε καὶ κλύσματος.