Ancient Greek · ~2 min
Book 4
Galen, In Hippocratis De victu acutorum 4.65
Not analysed yet
Ἢν μὲν ὀδύνη ἄνω περαίνῃ πρὸς κληῖδα ἢ περὶ μαζὸν καὶ βραχίονα, τέμνειν χρὴ τὴν ἐν τῷ βραχίονι φλέβα τὴν εἴσω, ἐφ᾿ ὁκότερον ἂν ᾖ τῶν μερῶν, κατὰ τόδε. Κᾀνταῦθα πάλιν ἐξεργάζεται τὴν τοῦ γνησίου μέρους γνώμην· ἐπεὶ παρελέλειπτο τὸ συνεπινοούμενον τοῖς εἰρημένοις αὐτῷ, προστιθεῖ, οἷον καὶ τοῦτο, κατ᾿ εὐθὺ τῆς πεπονθυίας πλευρᾶς ποιεῖσθαι τὴν φλεβοτομίαν, ὅπερ ἐδήλωσεν εἰπών· τέμνειν χρὴ τὴν ἐν τῷ βραχίονι φλέβα τὴν εἴσω, ἐφ᾿ ὁκότερον ἂν ᾖ τῶν μερῶν, κατὰ τόδε. προδήλως συντέμνων τῆς ἑρμηνείας ἀμελεῖ· δέον γὰρ εἰπεῖν τὴν κατ᾿ ἀγκῶνα φλέβα, τὴν ἐν τῷ βραχίονι λέγει.