Ancient Greek
Book 4
Galen, In Hippocratis De victu acutorum 4.78
Not analysed yet
Τὰ δὲ ἐκ πορείης ἀλγήματα πλευρέων, νώτου, ὀσφύος, ἰσχίων καὶ ὁκόσα ἀναπνέοντες ἀλγέουσι πρόφασιν ἔχοντες· πολλάκις γὰρ μεμάθηκε φοιτᾷν ἐκ κραιπαλέων καὶ βρωμάτων φυσωδέων ἀλγήματα καὶ εἰς ὀσφὺν καὶ ἐς ἰσχίον. οἷσι δ᾿ ἂν αὐτέων ᾖ τοιάδε δυσουρέεται· τούτων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων. Οὐ τεταγμένως ἡρμήνευσε ταῦτα· προειπὼν γὰρ τὰ ἐκ πορείης ἀλγήματα, πλευρῶν, νώτου, ὀσφύος, ἰσχίων, ἔμφασιν ἐποίησεν ὡς μέλλων ἐρεῖν ὅπως τὰ τοιαῦτα θεραπεύηται· κᾄπειτα παρενθεὶς, πολλάκις γὰρ μεμάθηκε φοιτᾷν ἐκ κραιπαλέων καὶ βρωμάτων φυσωδέων, μετὰ ταῦτα ἐπήνεγκεν, ὅσα ἂν ᾖ τοιάδε δυσουρέεται. καὶ μετὰ τοῦτο πάλιν ἐφεξῆς ἔφη, τούτων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων· ἀκέφαλον, ὡς ἂν εἴποι τις, ἐργασάμενος τὸν λόγον.