Ancient Greek · ~3 min
4.83 to 4.85
Galen, In Hippocratis De victu acutorum 4.83-85
Not analysed yet
Ἐρέβινθος φῦσαν μὲν ὠμὸς καὶ πεφρυγμένος καὶ πόνον ἐμποιέει. Τινὲς γράφουσι διὰ τοῦτ᾿ αὐτὸν φυσώδη, ὡς ἐντείνοντα τὰ αἰδοῖα, τὸν ἐρέβινθον· διὰ μέντοι τὸν ὑπογεγραμμένον τῆς λέξεως τὸν πόνον φέρομεν ἐπὶ τὴν διὰ τὴν ἐμφύσησιν ὀδύνην. Φακὸς δὲ στύφει καὶ ἄραδον ἐμποιέει, ἢν μετὰ τοῦ φλοιοῦ ᾖ. Τὴν ἄραδον φωνὴν ἔφην σημαίνειν ταραχήν τινα καὶ οἷον μάχην ἐν τῇ γαστρὶ γινομένην ἐκ τῶν διαφόρων ταῖς δυνάμεσι σιτίων· ὥσπερ καὶ νῦν ὅταν μετὰ τοῦ φλοιοῦ προσενέγκηται, πολὺ τῆς σαρκὸς αὐτῆς ἐστι δυσπεπτοτέρα. Θέρμος δὲ ἥκιστα τουτέων κακὰ ἔχει. Τὸ ἥκιστα τοὐναντίον ἐνταῦθα σημαίνει τῷ μάλιστα· δηλονότι τὸν θέρμον ἐλάχιστα τῶν προειρημένων ἔχειν φησὶ τὰ κακά.