Ancient Greek · ~2 min
Book 4
Galen, In Hippocratis De victu acutorum 4.9
Not analysed yet
Ῥόφημα δὲ ἔστ᾿ ἂν ἔξω τῶν κρίσεων γένηται, μὴ δίδου. Ὡς προσυπακουσθησομένου τοῦ τὴν δύναμιν ἐῤῥῶσθαι, τὸν λόγον ἄκουε· ποιεῖται γὰρ οὕτω τὴν διδασκαλίαν καὶ αὐτὸς ὁ Ἱπποκράτης, ὡς τὰ πολλὰ τὰ καθ᾿ ἕκαστον σκοπὸν ὑπαγορευόμενα γράφων, εἶθ᾿ οὕτως ἅπαξ εἰπὼν ἀλλήλοις χρῆναι παραβάλλειν τὰ δεδειγμένα, τὰς δυνάμεις αὐτῶν ἐπισκοπούμενον. ὅτι δὲ οὐ προσήκει διδόναι ῥόφημα πρὸ τῆς κρίσεως, ἐὰν ἡ δύναμις ἐξαρκῇ, κατὰ τὸ πρῶτον μέρος τοῦ βιβλίου δεδήλωται τὸ γνήσιον.