Ancient Greek
1.1.22 to 1.1.23
Galen, In Hippocratis Epidemiarum I 1.1.22-23
Not analysed yet
Ὥς τά γε ἄλλα καὶ μακρότερα καὶ ἐν πυρετοῖσιν ἐόντα εὐφόρως ἤνεγκαν καὶ οὐκ ἀπέθνησκον, περὶ ὧν γεγράψεται. Ἄλλα φησὶ νοσήματα χωρὶς τοῦ φθινωδικῶν, ὑπὲρ ὧν ὁ λόγος ἦν αὐτῷ, καίτοι μακρότερα γενόμενα καὶ μετὰ πυρετῶν, ὅμως εὐφόρως ἠνέχθη, καὶ εἴρηται ἡ αἰτία μικρὸν ἔμπροσθεν ὑφ’ ἡμῶν, ὅτι τούτοις ἧττον κακοήθης ὁ χυμὸς ἐκ τῆς σήψεως ἐγίνετο. Μοῦνον γὰρ καὶ μέγιστον τῶν τότε γενομένων νοσημάτων τοὺς πολλοὺς τὸ φθινῶδες ἔκτεινε. Εἴρηται τούτου μικρὸν ἔμπροσθεν ἡ αἰτία, τὴν κρᾶσιν τοῦ σώματος ἡμῶν αἰτιασαμένων, δι’ ἧς τοῖς φθινώδεσιν ἑάλωσαν νοσήμασι καὶ τοῖς κακοήθεσι πυρετοῖς, ὑπὲρ ὧν ἐφεξῆς ἐρεῖ.