Ancient Greek
Book 1, Chapter 1
Galen, In Hippocratis Epidemiarum I 1.1.38
Not analysed yet
Ἐκ πάντων δὲ τῶν ὑπογεγραμμένων ἐν τῇ καταστάσει ταύτῃ μόνοισι τοῖσι φθινώδεσι θανατώδεα ξυνέπεσεν. ἐπὶ τοῖσί γε ἄλλοισι εὐφόρως πᾶσι καὶ θανατώδεες ἐν τοῖσιν ἄλλοισι πυρετοῖσιν οὐκ ἐγένοντο. Ἐσχάτη ῥῆσίς ἐστιν αὕτη τῶν εἰρημένων αὐτῷ περὶ τῆς πρώτης καταστάσεως, οὐδὲν μὲν πλέον διδάσκουσα, ἀνακεφαλαίωσιν δέ τινα ἔχουσα τῶν προειρημένων, ὅπερ εἴωθεν ὁ ἀνὴρ πολλάκις ποιεῖν.