Ancient Greek
Book 1, Chapter 2
Galen, In Hippocratis Epidemiarum I 1.2.1
Not analysed yet
Ἐν Θάσῳ πρωῒ τοῦ φθινοπώρου χειμῶνες οὐ κατὰ καιρὸν, ἀλλ’ ἐξαίφνης ἐν βορείοισι καὶ νοτίοισί γε πολλοῖσιν, ὑγροὶ καὶ προεκρηγνύμενοι. Τὸ φθινόπωρον εἶπον ἄρχεσθαι τῇ τοῦ ἀρκτούρου ἐπιτολῇ, γινομένῃ πρὸ τῆς φθινοπωρινῆς ἰσημερίας. τηνικαῦτα οὖν ἔφη γενέσθαι χειμῶνας μεγάλους πρὸ τοῦ δέοντος. τοῦτο γὰρ αὐτῷ τὸ οὐ κατὰ καιρὸν καὶ τὸ προεκρηγνύμενοι σημαίνει. τὸ μὲν οὖν οὐ κατὰ καιρὸν τοῦ προφθάσαι μόνον δηλωτικὸν ὑπάρχει, τὸ δὲ προεκρηγνύμενοι καὶ τὸ μεθ’ ὑετῶν ἀθρόως αὐτοὺς γενέσθαι.