Ancient Greek
1.2.10 to 1.2.12
Galen, In Hippocratis Epidemiarum I 1.2.10-12
Not analysed yet
Ἱδρῶτες. Ὅσοις φαμὲν διὰ τοῦ δέρματος ἀπόῤῥοιαι πλείους ἐγίνοντο, κατ’ ἐκεῖνον τὸν χρόνον ἴσχυσεν ἡ φύσις ἀπώσασθαι τὸ περιττὸν ἐνταῦθα καὶ οὕτως τούτοις ἱδρῶτας γενέσθαι. Πᾶσι πάντοθεν πολὺς ὁ πλάδος. Τὴν περιττὴν ὑγρότητα πλάδον εἴωθεν ὀνομάζειν. ἐπεὶ τοίνυν ἄλλοις ἄλλως, τισὶ δὲ καὶ πολυειδῶς ἐξεκενοῦντο τὰ συνειλεγμένα χρόνῳ τῶν ὑγρῶν, διὰ τοῦτο εἰκότως ἔφη, πᾶσι πάντοθεν πλάδος. Ἐγίνοντο δὲ ταῦτα πολλοῖσιν ὀρθοστάδην ἀπύροισι, πολλοῖσι δὲ πυρέττουσι, περὶ ὧν γεγράψεται. Ὅσοις μὲν ἔφθασε τὸ ἠθροισμένον πλῆθος, ἤ τι χολῶδες ὑπάρχον, ὅλως εὐδιάφθαρτον, εἰς σηπεδόνα πυρετώδη μεταβαλεῖν, ἐπύρεξαν οὗτοι παραχρῆμα. τινὲς δ’ ὀρθοστάδην ἢ οὐ πρότερον εἰς τοὺς πυρετοὺς ἠνέχθησαν.