Ancient Greek
1.2.52 to 1.2.53
Galen, In Hippocratis Epidemiarum I 1.2.52-53
Not analysed yet
Τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἀλγήματα καὶ βάρη σὺν πυρετοῖς καὶ ἄνευ πυρετῶν. Τοῦτο προγράμματος ἔχει δύναμιν ἐπαγγελλομένου τοῦ Ἱπποκράτους, πῇ τελευτᾷν εἴωθε τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἀλγήματα καὶ βάρη καὶ ἅστινας ἔχει διαφορὰς ἐπαγγελλομένου ἑξῆς ἐρεῖν. καὶ τοίνυν προσέχωμεν αὐτῷ τοῦτο ποιοῦντι διὰ τῶν εἰρημένων. Φρενιτικοῖσι μὲν σπασμοί. Σπασμοί, φησι, γίνονται τοῖς φρενιτικοῖς, τῶν περὶ τὴν κεφαλὴν καὶ τὸν τράχηλον ἀλγημάτων παραμενόντων καὶ βαρῶν.