Ancient Greek
1.2.69 to 1.2.71
Galen, In Hippocratis Epidemiarum I 1.2.69-71
Not analysed yet
Οὖρα δὲ τοῖς πλείστοισιν εὔχροα μὲν, λεπτὰ δὲ καὶ ὑποστάσεις ὀλίγας ἔχοντα διαχωρήμασι λεπτοῖσι καὶ χολώδεσιν, πολλοῖσι δὲ τῶν ἄλλων κεκριμένων ἐς δυσεντερίας τελευτᾷ, οἷον Ξενοφάνει καὶ Κριτίᾳ. Καὶ ταῦτα μὲν εἶναι λεπτὰ οὖρα, τουτέστιν ὑδατώδη φησὶ καὶ μέντοι καὶ κατ’ ὀλίγα πάλιν ἔγραψεν· Οὖρα δὲ ὑδατώδεα πολλὰ, καθαρὰ, λεπτὰ μετὰ κρίσιν καὶ ὑποστάσιος πολλῆς γενομένης καὶ τῶν ἄλλων καλῶς κεκριμένων. ἀναμνήσομαι οἶσιν ἐγένετο, Βίωνι, ὃς κατέκειτο παρὰ Σιληνὸν, Κρατίῃ τῇ παρὰ Ξενοφάνους, Ἀρέτωνος παιδὶ, Μνησιστράτου γυναικί. Διελθὼν τὰ ὀνόματα τῶν οὐρησάντων τοιαῦτα ἐφεξῆς φησί. Μετὰ δὲ ταῦτα δυσεντεριώδεις ἐγένοντο οὗτοι πάντες, ἠράγε οὖρα ὅτι οὔρησαν ὑδατώδεα σκεπτέον. Εἰκὸς γὰρ ἦν καὶ διότι τοῖς οὔροις οὐκ ἐξεκαθάρθη τὸ χολῶδες, ἐπὶ γαστέρα ῥυὲν, τὰς δυσεντερίας ἐργάσασθαι. εἰκὸς δὲ καὶ διὰ πολλὰς πλεονεξίας τοῦ χυμοῦ τούτου γεγονέναι καὶ εἰ μὴ χολώδη τοῖς οὔροις ἐξεκενώθησαν, ἐκ τοῦ περιττεύοντος ἔτι κατὰ τὸ σῶμα, τὴν δυσεντερίαν αὐτοῖς γενέσθαι.