Ancient Greek
Book 1, Chapter 3
Galen, In Hippocratis Epidemiarum I 1.3.16
Not analysed yet
Δεῖ δὲ προσέχειν τὸν νοῦν καὶ εἰδέναι ἐν τοῖσι χρόνοισι τούτοισι κρίσιας ἐσομένας ἐπὶ σωτηρίην ἢ ὄλεθρον ἢ ῥοπὰς ἐπὶ τὸ ἄμεινον ἢ χεῖρον. Ἐν ταύτῃ τῇ ῥήσει τὸ σημαινόμενον ἐκ τοῦ τῆς κρίσεως ὀνόματος ἐδίδαξεν, ὃ διὰ συντόμων ἄν τις εἴπῃ ὀξύῤῥοπον εἶναι μεταβολὴν νοσήματος. ὅτι δὲ τετραχῶς ἡ μεταβολὴ γίνεται σαφῶς αὐτὸς εἶπεν. ἐπὶ γὰρ σωτηρίαν ἢ ὄλεθρον ἢ ῥοπὴν ἐπὶ τὸ ἄμεινον ἢ χεῖρον, ἀξιόλογον δηλονότι. παρέλιπε δ’ αὐτὸς εἰπεῖν τὸ ἀξιόλογον, ὡς ἐν τῷ κοινῷ σημαινομένῳ τοῦ τῆς κρίσεως ὀνόματος περιεχόμενον.