Ancient Greek
3.3.17 to 3.3.19
Galen, In Hippocratis Epidemiarum I 3.3.17-19
Not analysed yet
Ἀκρισίαι πολλαί· τὰ δὲ δύσκριτα. Διὰ τὴν κακοχυμίαν ἔνια μὲν τῶν νοσημάτων οὐδ’ ὅλως ἐκρίνετο, τινὰ δὲ μοχθηρῶς. Ὕδρωπες. Καὶ τοῦτο τὸ πάθημα γίνεσθαί φησιν ἐνίοις ἐκ τῆς περιουσίας τῶν μοχθηρῶν ὑγρῶν. ἅπαν γὰρ αὕτη νόσημα δύναται γεννᾶν ἄλλο κατ’ ἄλλο σῶμα, παρά τε τὰς φυσικὰς αὐτῶν διαφορὰς καὶ τὴν τῆς διαίτης ἀνομοιότητα, καθάπερ ὀλίγον ἔμπροσθεν εἴρηται. Φθινώδεες πολλοί. Λέλεκταί μοι καὶ πρόσθεν ὡς τὸ καταῤῥυὲν ἐκ τῆς κεφαλῆς εἰς τὴν φάρυγγα διὰ τοῦ λάρυγγος εἰς τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα ἀφικόμενον τὰς τοιαύτας διαθέσεις εἰργάσατο.