Ancient Greek
Book 3, Chapter 3, lines 3.3.3-3.3.5
Galen, In Hippocratis Epidemiarum I 3.3.3-5
Not analysed yet
αὐτὰρ ἐγὼ ζεφύροιο καὶ ἀργέσταο νότοιο.
Μετὰ δὲ ἡλίου τροπὰς ὕστερον πολλῷ πλησίον ἰσημερίης, ὀπισθοχειμῶνες καὶ ἤδη περὶ ἰσημερίην βόρεια χιονώδεα χρόνον οὐ πολύν. Τῆς ἐναντίας καταστάσεως μέρος τι τοῦτο παρενέπεσεν, ὡς αὐτὸς εἶπεν οὐκ ἐπὶ πολὺν χρόνον.
Ἦρ πάλιν νότιον, ἄπνουν, ὕδατα πολλὰ διὰ τέλεος ἄχρι κυνός. Ἐδήλωσέ σοι χειμῶνα τὸ ἁπλοῦν ἐν τῷ γράψαι νῦν, ἔαρ πάλιν νότιον ἄπνουν. τὸ γὰρ πάλιν ἔνδειξιν ἔχει τῆς μεταξὺ παρεμπεσούσης ἐναντίας καταστάσεως αὖθις ἐπὶ τὴν αὐτὴν κρᾶσιν ἐπανελθεῖν τὴν περὶ ἀέρα κατάστασιν.