Ancient Greek
3.3.35 to 3.3.36
Galen, In Hippocratis Epidemiarum I 3.3.35-36
Not analysed yet
Ἀπὸ ῥινῶν μικρὰ ἔσταξε. Τῶν ἐπιγενομένων τοῦτο τοῖς κακοήθεσι καύσοις, ὥσπερ αἱμοῤῥαγίαι τοῖς ἐπιεικέσιν. ἀλλὰ καὶ συλλήβδην εἰπεῖν, ἅπασα στάξις ἀπὸ ῥινῶν μοχθηρόν ἐστι σημεῖον, ὡς ἐμάθομεν. Οἱ παροξυσμοὶ τοῖσι πλείστοισιν ἐν ἀρτίῃσι. Τῶν σπανίων καὶ τοῦτ’ ἐστι, φαίνονται γὰρ οἵ τε καῦσοι καὶ πάνθ’ ὁμοίως αὐτοῖς τὰ λίαν ὀξέα νοσήματα τοὺς παροξυσμοὺς ἐν περισσαῖς ἔχοντα.