Ancient Greek
3.3.43 to 3.3.44
Galen, In Hippocratis Epidemiarum I 3.3.43-44
Not analysed yet
Παραπλήσια δὲ καὶ τοῖσι φρενιτικοῖσι. Συμπληρώσας τὸν περὶ τῶν καύσων λόγον ἐπὶ τὰ συμβάντα τοῖς φρενιτικοῖς μεταβαίνει· προσχῶμεν οὖν κᾀνταῦθα ταῖς ῥήσεσιν αὐτοῦ. Ἄδιψοι δὲ πάνυ ἦσαν οὗτοι. Περὶ τῶν φρενιτικῶν ὁ λόγος· ἀδίψους δ’ αὐτοὺς γεγονέναι φησὶν οὐχ οὕτως διὰ τὸ πολλὴν ὑγρότητα πλεονάζουσαν ἔχειν ἐν τῷ στόματι τῆς γαστρὸς, ὡς διὰ τὸ μὴ παρακολουθεῖν οἷς ἔπασχον καὶ νενεκρῶσθαι τὴν ὀρεκτικὴν τοῦ στομάχου αὐτοῖς δύναμιν.