Ancient Greek
Book 3, Chapter 3
Galen, In Hippocratis Epidemiarum I 3.3.49
Not analysed yet
Ἐφύετο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἑλκέων πολλὰ καὶ ἐν αἰδοίοισι. Τὰ διὰ τὸ πάχος τῆς ὕλης ἐπιφυόμενα τοῖς βλεφάροις οὐκ ἐνταῦθα μόνον, ἀλλὰ κᾀπὶ τῶν αἰδοίων ἔφη γενέσθαι, καὶ εἴ πού τι μόριον ἄλλο συνέτυχεν ἑλκωθῆναι, τοῦ πάχους τῶν χυμῶν, ὡς εἴρηται, τὰς τοιαύτας ἐπιφύσεις ἐργαζομένου· καλοῦσι δ’ αὐτὰς οἱ πολλοὶ μύκητας.