Ancient Greek
Book 3, Chapter 3
Galen, In Hippocratis Epidemiarum I 3.3.62
Not analysed yet
Κωματώδεές τε μάλιστα μὲν οἱ φρενιτικοὶ καὶ οἱ καυσώδεες ἦσαν. ἀτὰρ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νοσήμασι πᾶσι τοῖσι μεγίστοισι, ὅτι μετὰ πυρετοῦ γίγνοιτο. Πάχος τῆς ὕλης ἐργάζετο τὸ κῶμα καὶ μάλιστ’ ἐκείνοις ἐφ’ ὧν ἔπαθεν ἡ κεφαλή. πάσχει δὲ τοῖς μὲν φρενιτικοῖς κατὰ πρῶτον λόγον, καύσοις δὲ κατά τι συμβεβηκός. ἡ γὰρ θερμασία τοῦ πυρετοῦ πρὸς τὴν κεφαλὴν ἀναφέρει τοὺς μοχθηροὺς χυμούς. ἐπλεόναζον δὲ νῦν οἱ ὠμοὶ καὶ ψυχροί.