Ancient Greek
3.3.67 to 3.3.70
Galen, In Hippocratis Epidemiarum I 3.3.67-70
Not analysed yet
Βάρος σώματος, κωματώδεες. Εἴρηται πολλάκις ὡς νεκρουμένης βασταζούσης καὶ κινούσης τὰ σώματα δυνάμεως βαρέα φαίνεται τὰ πρόσθεν ὑπ’ αὐτῆς, ὡς κοῦφα, βασταζόμενά τε καὶ κυνούμενα. Τοῖσι πλείστοισιν αὐτῶν οἰδήματα καὶ εἰς ὕδρωπα περιίσταντο. Θαυμαστὸν οὐδὲν, εἰ διὰ τὴν τῶν ἀπέπτων ὑγρῶν περιουσίαν εἰς τοῦτο τὸ πάθος ὑπηνέχθησάν τινες. Φρικώδεες, παράληροι περὶ θάνατον. Τῆς ἐκ τοῦ διασήπεσθαι κακοχυμίας αὐξανομένης ἥ τε φρίκη καὶ ὁ λῆρος αὐτοῖς ἐγίγνετο, προσελθόντος τοῦ χρόνου καθ’ ὃν ἤδη καὶ ἀπέθνησκον. Ἄρκτοι τ’ ἀγρότεροί τε σύες, χαροποί τε λέοντες.