Ancient Greek
Book 6, Chapter 1
Galen, In Hippocratis Epidemiarum I 6.1.28
Not analysed yet
Καὶ ὅσα ἄλλα παρεῖται. Τίνα ταῦτ’ ἐστὶν ἃ λέγει παρεῖσθαι τῶν συμβαινόντων τοῖς ὀφθαλμοῖς; ἢ δηλονότι τὰ κατὰ τὸ προγνωστικὸν εἰρημένα κατὰ τήνδε τὴν ῥῆσιν. ἢν γὰρ τὴν αὐτὴν φεύγωσιν ἢ δακρύωσιν ἢ διαστρέφωνται ἢ ὁ ἕτερος τοῦ ἑτέρου ἐλάσσων γίνηται ἢ τὰ λευκὰ ἐρυθρὰ ἴσχωσιν ἢ πελιδνὰ ἢ μέλαινα φλεβία ἐν ἑωϋτοῖσιν ἢ λῆμαι περὶ τὰς ὄψεις ἢ ἐναιωρούμενοι φαίνωνται ἢ ἐξίσχοντες ἢ ἔγκοιλοι ἰσχυρῶς γινόμενοι. προεξηγησάμεθα δὲ ἐν ἐκείνῳ τῷ βιβλίῳ σὺν τοῖς ἄλλοις ἅπασι καὶ ταῦτα.