# In Hippocratis Epidemiarum I 6.2.10-13

Galen, In Hippocratis Epidemiarum I, 6.2.10 to 6.2.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-epidemiarum-i/6.2.10

Αἱ ἀποστάσιες, οἷον βουβῶνες, σημεῖον μὲν τῶν τὰ βλαστήματα ἐχόντων, ἀτὰρ καὶ ἄλλων, μάλιστα δὲ περὶ τὰ σπλάγχνα. κακοήθεες δὲ οὗτοι. Πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν ὀδύνην σημαίνει ἢ φλεγμονὴν ἐν τοῖς ὑπὲρ τῶν φρενῶν χωρίοις. μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην σημαίνει, ψυχρὸς δὲ ἐκ τοῦ μυκτῆρός τε καὶ στόματος προερχόμενον ὀλέθριον κάρτα ἤδη γίνεται. Πνεύματα σμικρὰ πυκνὰ, μεγάλα ἀραιὰ, σμικρὰ ἀραιὰ, πυκνὰ μεγάλα. εἴσω μεγάλα, ἔξω σμικρά. τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον. διπλῆ ἔσω ἐπανάκλισις οἷον ἐπιπνέουσι, θερμὸν, ψυχρόν. Ἰητήριον χασμέων συνεχέων μακρόπνους. Καὶ ταύτην τὴν ῥῆσιν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἐξηγησάμεθα Ἐν τοῖσιν ἀπότοισι καὶ μόγις βραχύπνους. Ὥσπερ ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν τὰ πλεῖστα τῶν ἀντιγράφων ἔχει τὴν ῥῆσιν οὕτω γεγραμμένην, ἐν τοῖσιν ἀπότοισι καὶ μόγις μακρόπνους, οὕτως ἐνταῦθα, βραχύπνους. εἴρηται δὲ αὐτάρκως ἡμῖν ὑπὲρ ἑκατέρας τῆς γραφῆς ἐν τοῖς εἰς τὸ δεύτερον τῶν ἐπιδημιῶν ὑπομνήμασι.

---

Galen, In Hippocratis Epidemiarum I, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg089.local001/.
