Ancient Greek
6.2.23 to 6.2.24
Galen, In Hippocratis Epidemiarum I 6.2.23-24
Not analysed yet
Πυρετοὶ δὲ οὐκ ὀξεῖς οἱ τοιοῦτοι, ὑποστροφώδεες δέ. Καὶ τοῦθ’ ἕν ἐστι τῶν συντελούντων εἰς τὴν τῶν ἐσομένων ἀποσκημμάτων πρόγνωσιν. οἱ γὰρ ὀξεῖς πυρετοὶ καὶ ταχέως κρίνονται καὶ δι’ ἐκκρίσεων ἔχουσι τελέαν τὴν λύσιν. οἱ δ’ οὐκ ὀξεῖς καλούμενοι ὑποστροφώδεες καὶ χρονίζουσι καὶ λύσεις ἐλλιπεῖν ποιησάμενοι, μετὰ ταῦτα πάλιν ὑποστρέφουσι καὶ δευτέραν ἔκκρισιν ἐξ ἀποσκήμματος ἔχουσι τελέαν τὴν λύσιν. Τὰ ἐγκαταλειπόμενα μετὰ κρίσιν ὑποστροφώδεα. Ἡ αὐτὴ ῥῆσις ἥδε κᾀν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν γέγραπται καὶ μετὰ ταύτην ἄλλαι μέχρι τῆς, ὅσοι τριταιοφυεῖς, ἃς ὑπερβησόμεθα διὰ τὸ προεξηγήσασθαι.