Ancient Greek
Book 6, Chapter 2
Galen, In Hippocratis Epidemiarum I 6.2.6
Not analysed yet
Καὶ τὰ ἄλλα ὁκόσα τοιαῦτα. Τὰ κατὰ τὴν ὁμοίαν τοῖς προειρημένοις γινόμενα ἐναντίωσιν λέγει, θερμαινόντων ἢ ψυχόντων ἢ ὑγραινόντων ἢ ξηραινόντων ἢ ἐμβαλλόντων τὸ ἐκπεπωκὸς ἢ ἐκτεμνόντων τὸ παρὰ φύσιν ὅλῳ τῷ γένει τοῦ σώματος ἢ ἀποτεμνόντων τῷ μεγέθει παρὰ φύσιν ἢ τὸ διεστραμμένον ἐξευθυνόντων ἢ ἐκφραττόντων τὸ ἐμπεφραγμένον ἢ τἄλλα ὅσα κατὰ θεραπευτικὴν εἴρηται πραγματείαν, ἅπαντα κοινὸν ἔχοντα σκοπὸν τὴν τῶν ἐναντίων τοῖς πάθεσι προσαγωγήν.