Ancient Greek
6.3.38 to 6.3.39
Galen, In Hippocratis Epidemiarum I 6.3.38-39
Not analysed yet
Ἰητρευθέντος γε μὴν ἀκαίρως συχνοὶ, τοῖσι τοιουτέοισιν οὐ βραδέως ἑάλωσαν καὶ ὀλέθρια οὕτω. Ἀκαίρως θεραπεύονται τὰς αἱμοῤῥοΐδας οἱ μήτε φλεβοτομούμενοι κατὰ περιόδους μήτε δι’ ὑπηλάτων ἢ γυμνασίων κενούμενοι, μήτε καταλιπόντες ἐξ αὐτῶν κἂν μίαν, ἀλλὰ πάσας ἀθρόως ἐξαιροῦντες. Καὶ ὅσαι ἄλλαι ἀποστάσιες οἷον σύριγγες, ἑτέρων ἄκος Πολλάκις ἢ λιτὰς ἀποστάσεις εὕρομεν αὐτὸν οὐκ ἐπὶ μόνων τῶν κατὰ ἀπόθεσιν, ἀλλὰ κἀπὶ τῶν ἐκκρίσεων ὀνομάζοντα. τῶν οὖν τοιούτων παθημάτων ἔν τισι καὶ σύριγγές εἰσιν ἐκκαθαίρονται δι’ αὐτῶν τὰς περιουσίας τῶν χυμῶν. ὥσπερ οὖν ἐπὶ τῶν αἱμοῤῥοΐδων, οὕτω κἀπὶ τούτων οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχε τὴν θεραπείαν ποιητέον ἐστί.