Ancient Greek
Book 6, Chapter 4
Galen, In Hippocratis Epidemiarum I 6.4.29
Not analysed yet
Καὶ χροιὴ ἐπὶ τὸ κάκιον ἢ βέλτιον ἐπιδίδωσι. δίκαιον δὲ ὡς ἂν ἔχῃ ἡ τροφὴ, οὕτω καὶ τὸ ἔξω ἕπεσθαι. Τὴν χρόαν ἀνάλογον τῇ τροφῇ, τουτέστι τῷ αἵματι, πρὸς τὸ κάκιον ἢ βέλτιον ἐπιδιδόναι φησί. αἷμα δὲ λέγει νῦν ὅλον τὸν ἐν τοῖς ἀγγείοις χυμὸν, ἐν ᾧ καὶ φλέγματός τε καὶ χολῶν καὶ ἰχώρων περιέχεται. τοῦτο γὰρ ἄμεινόν τε καὶ χεῖρον γίνεται. τὸ δ’ ἐν αὐτῷ περιεχόμενον, ὃ κυρίως αἷμα λέγεται καὶ κατὰ τὴν ἐπικράτειαν αὐτοῦ τὸ σύμπαν ὀνομάζεται, μοχθηρὸν εἰπεῖν ἀδύνατον, ὥσπερ οὐδ’ ἄλλην τινὰ χρόαν ἔχον, ὅτι μὴ τὴν ἐρυθράν.