Ancient Greek
6.5.7 to 6.5.8
Galen, In Hippocratis Epidemiarum I 6.5.7-8
Not analysed yet
Ἴησις, ἀντίνοον, μὴ ὁμονοέειν τῷ πάθει. Οὗτος ὁ λόγος ὁ αὐτός ἐστι τῇ δυνάμει, τῷ τἀναντία τῶν ἐναντίων ἰάματα, περὶ οὖ πολλάκις ἤδη διείλεγμαι. Τὸ ψυχρὸν καὶ ἐπικουρέει καὶ κτείνει ὁκόσα ἐκ θερμοῦ. Εἰς ἀνάμνησιν ἑαυτῷ καὶ τοῦτ’ ἔγραψε τῆς προειρημένης ἀποφάσεως καθόλου μέρος ὑπάρχον. τὸ γάρ τοι ψυχρὸν ἐπικουρεῖ μὲν τοῖς ψυχροῖς πάθεσι, κτείνει δὲ τοὺς θερμοὺς νοσοῦντας. ἀφ’ ἑνὸς γὰρ ὡς ἐπὶ παραδείγματος ἐπὶ πάντα τἀναντία μετάγειν χρὴ τὸν λόγον.