Ancient Greek
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.481
Not analysed yet
εὐθέως ἐν ἀρχῇ πεποιῆσθαι τὸν Ἱπποκράτην, μηδὲν ἄλλο τοιοῦτον σχῆμα καθ' ὅλον τὸ βιβλίον γράψαντα, μήτ' ἐν τῇ τῶν ἀρρώστων μήτ' ἐν τῇ τοῦ λοιμοῦ διηγήσει. τινὲς μέντοι κατὰ δοτικὴν πτῶσιν ἔγραψαν· Πυθίωνι, ὃς ᾤκει παρὰ Γῆς ἱερόν, ἐκφεύγειν τὴν περὶ τοῦ σολοικισμοῦ ζήτησιν βουλόμενοι. Ἤρξατο τρόμος ἀπὸ χειρῶν, τῇ πρώτῃ πυρετὸς ὀξύς, λῆρος. Τῇ πρώτῃ τῶν ἡμερῶν εὐθὺς ἅμα τῷ πυρέττειν ὀξέως δύο συμπτώματα γενέσθαι φησὶ τῷ Πυθίωνι, τρόμον τῶν χειρῶν παραφροσύνην τέ τινα βραχεῖαν. εἴωθε γὰρ αὐτὸς ἄλλοτε ἄλλοις ὀνόμασιν ἐνδείκνυσθαι τὸ ποσὸν τῆς παραφροσύνης, ληρῆσαι καὶ παραληρῆσαι καὶ παραφρονῆσαι καὶ παρενεχθῆναι λέγων ἢ πάλιν παρακόψαι καὶ ἐκστῆναι, μανῆναί τε καὶ ἐκμανῆναι. εἴπερ οὖν ἐλήρησεν