# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.485

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.485

οἷον ἔδει." ὅπου γὰρ ὀγδοαῖον αὐτὸν ἐφλεβοτόμησε, πολὺ δή που μᾶλλον ἐν ταῖς προειρημέναις ἡμέραις εὔδηλός ἐστι χρώμενος τῷ βοηθήματι. τὸ δὲ μὴ γράψαι <αὐτὸν> καθ' ἕκαστον ἄρρωστον, ἐφ' ᾧ προσήχθη τὸ βοήθημα, τῶν μικροτέρων αὐτοῦ μνημονεύοντα μέχρι καὶ βαλάνου προσθέσεως ἀπίθανόν ἐστιν. εἰ τοίνυν ἀτόπου τοῦ λόγου καθ' ἑκάτερον ὄντος ἑλέσθαι χρὴ τὸ ἧττον ἄτοπον, ἡγοῦμαι παρειλῆφθαι μὲν ἐπὶ πολλῶν τὸ βοήθημα, παραλελεῖφθαι δ' ὡς σαφὲς ἐν τῇ διηγήσει. καί με προσάγει τούτῳ μάλιστα τὸ προσγεγραμμένον ἐπὶ τοῦ φλεβοτομηθέντος ὀγδοαίου. φαίνεται γὰρ ὡς σπάνιον μὲν τοῦτο γράψας, ὡς σύνηθες δὲ τὸ πρὸ τῆς ὀγδόης παραλιπών. εἰ γὰρ ἔν γε τοῖς γνησίοις συγγράμμασιν ἐπὶ τῶν μεγάλων νοσημάτων ἀεὶ χρῆται τῇ φλεβοτομίᾳ, συνεπιβλέπων αὐτῇ δύο ταῦτα μόνα, τήν θ' ἡλικίαν καὶ τὴν δύναμιν τοῦ κάμνοντος, ἔν τε τούτοις αὐτοῖς τῶν Ἐπιδημιῶν ὀγδοαῖόν τινα φλεβοτομηθῆναί φησιν, οὐδὲν ἄλλο δυνατὸν ὑπονοεῖν ἐστιν ἢ ὅτι παρε|

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
