# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.497

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.497

τοὺς κακῶς ἐξηγησαμένους ἐλέγ|χων. ἐπεὶ δ' ἔνιοι μὲν διὰ τὸ μηδ' ὅλως πεπαιδεῦσθαι κατὰ μηδὲν τῶν παιδείων μαθημάτων, ἔνιοι δὲ καὶ φύσει νωθροὶ τὴν διάνοιαν ὄντες, ἀναγινώσκοντες ἐνίοτε παρά τισι τῶν γραψάντων ἐξηγήσεις ξένας, αὐτῷ τούτῳ μόνῳ τῷ ξένῳ συναρπασθέντες ἐπαινοῦσιν αὐτάς, διὰ τοῦτ' ᾠήθην ἄμεινον εἶναι κἂν ἅπαξ αὐτῶν που μνημονεῦσαι τῶν οὕτως ἐξηγουμένων, εἰρηκότος γε καὶ αὐτοῦ τοῦ Ἱπποκράτους· "τὸ γὰρ ξενοπρεπὲς οὔπω ξυνιέντες <εἰ χρηστὸν> μᾶλλον ἐπαινέουσιν ἢ τὸ σύνηθες, ὃ ἤδη οἴδασιν ὅτι χρηστόν, καὶ τὸ ἀλλόκοτον μᾶλλον ἢ <τὸ> εὔδηλον." ὅπως οὖν προειδότες οἱ τοῖς ἡμετέροις ὑπομνήμασιν ἐντυγχάνοντες, ὁποῖοι γοῦν τινες οἱ τρόποι τῶν μοχθηρῶν ἐξηγήσεών εἰσιν, γνωρίζειν αὐτοὺς δύνωνται, μακρότερον ἐνταῦθα περὶ πασῶν αὐτῶν ἔγνων γράψαι. καί μοι μηδεὶς ἀχθεσθῇ τῷ μήκει τοῦ λόγου, μέλλων ἔχειν αὐτὸν ἀεὶ βοηθὸν εἰς τὴν τῶν φαύλων ἐξηγήσεων διάγνωσιν. ἓν μὲν οὖν εἶδός ἐστιν αὐτῶν, ὁποῖόν τι καὶ κατὰ τὸν προκείμενον ἄρρωστον ἐποιήσαντό τινες, ὧν ἑνὸς παραγράψω τὴν ῥῆσιν αὐτοῖς ὀνόμασιν, ἵνα μή τις οἰηθῇ με καταψεύδεσθαι τἀνδρός· "τὸ μέντοι τῆς Γῆς ἱερὸν τὸ τῆς Δήμητρος λέγει. παρείληφε μὲν <τοῦ>το τὸ ἱερὸν μήποτε ὑπὲρ |

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
