# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.507

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.507

λέγειν ἐπιχειρῶν ὁτιοῦν εἰς Ἱπποκράτειον σύγγραμμα τὴν ἐκείνου γνώμην ὀρθῶς ἂν ποιοῖτο σκοπὸν τῆς ἐξηγήσεως. ἴσως οὖν ἄμεινόν ἐστι Λύκῳ μὲν συγγινώσκειν ὡς νόθῳ τῆς Ἱπποκράτους αἱρέσεως ἐν οἷς ἂν ἁμαρτάνων φαίνηται, πλὴν εἴ τις αὐτῷ τοῦτο μέμφοιτο τὸ γράφειν ἐξηγήσεις μὴ δυνάμενον ὑποκρίνασθαι τὸ δρᾶμα. παραπλήσιον γὰρ τοῦτο τῷ κωμῳδίαν ἢ τραγῳδίαν ἐπιχειρεῖν ὑποκρίνεσθαι μὴ δυνάμενον. ἐπὶ δὲ τοὺς Ἱπποκρατείους ἑαυτοὺς ὀνομάσαντας ἐλθών τις οὐκ ἂν εἰκότως αὐτοῖς συγγνοίη παραπλησίως τοῖς ξένοις τε καὶ νόθοις τῆς αἱρέσεως ἐσφαλμένοις. ὅταν δὲ καὶ τὰ σφάλματ' αὐτῶν οὐ μόνον ἀποχωρῇ τῆς Ἱπποκράτους γνώμης, ἀλλὰ καὶ τῆς ἐν τοῖς πράγμασιν ἀληθείας, διπλασίως ἄν τις αὐτοῖς μέμψαιτο. κάλλιστον μὲν γάρ ἐστιν ἀμφοτέρων ἔχεσθαι τῶν σκοπῶν τῶνδε τὸν [ἀκόλουθον] ἐξηγητήν, ἀκόλουθά τε λέγοντα τῷ συγγραφεῖ καὶ ἀληθῆ. θάτερον δὲ μόνον φυλάττοντι μεμπτέον ὡς τοῦ ὅλου τὸ ἥμισυ διεφθαρκότι. τὸν δὲ μήτ' ἀληθῆ λέγοντα μήτ' ἀκόλουθα τῷ γεγραφότι τὸ βιβλίον ἐξηγητὴν ἐσχάτως ἁμαρτάνειν ὑποληπτέον.

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
