# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.517

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.517

† οὐδ' οὖν οὐδὲ ταύτας | οὐδέν τι συντελούσας τοῖς προκειμένοις. ὅτι δ' ἀδύνατόν ἐστι τὰς ἀποδείξεις τῶν ἐπιστημονικῶν λόγων ἐν ταῖς ἐξηγήσεσι γράφειν, καὶ ἐξ αὐτῶν τῶν νῦν εἰρημένων ἐστὶ δῆλον. οὐ μόνον γὰρ ἐπὶ Πυθίωνος, ἀλλὰ καὶ <ἄλλων> πολλῶν ἀρρώστων Ἱπποκράτους μεμνημένου τῶν εἰρημένων συμπτωμάτων, εἰ μὲν ἐπὶ πάντων τις ἀναποδείκτως ἀποφαίνοιτο τὰ δόξαντα, διδασκαλίαν οὐδεμίαν ἐπιστημονικὴν ἐνθήσει ταῖς ψυχαῖς τῶν μαθητῶν, εἰ δὲ ἐπὶ τινῶν μὲν ἀρρώστων ἐρεῖ τὰς ἀποδείξεις, ἐπὶ τινῶν δὲ σιγήσει, κατὰ μὲν τὸ πρῶτον τῶν Ἐπιδημιῶν εἰ οὕτως ἔτυχεν αὐτὰς εἰπὼν ἁπάσας, ἐν δὲ τοῖς ἄλλοις ἀναπέμψας εἰς ἐκείνας, τὸ πρὸς ἡμῶν εἰρημένον ἐργάσεται, καθ' ἓν μέντοι βιβλίον εἰπὼν τὸν τελειότατον ἅμα ταῖς ἀποδείξεσι λόγον, ἐν δὲ τοῖς ἄλλοις τὰ συμπεράσματα αὐτῶν γράψας. ἄτοπον δ' αὐτὸ τοῦτο καθ' ἑκάτερον ἔσται τρόπον· εἰς μὲν γὰρ τὸ πρῶτον τῶν Ἐπιδημιῶν, ἐὰν τοῦτό τις ἐξηγῆται πρῶτον, ἀναγκαῖον ἔσται πεντήκονθ' ἡμῖν ὑπομνήματα γράψαι, δύο δὲ ἢ ἓν εἰς ἕκαστον τῶν ἄλλων· ὥστε, κἂν τὸ Προγνωστικὸν βούληταί τις ἢ Ἀφορισμοὺς

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
