# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.521

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.521

δισίων, γυμναζόμενος οὕτως, ὥσπερ οἵ τ' ἀθληταὶ καὶ οἱ σκάπτοντες καὶ θερίζοντες <ἢ ἄλλως γεωργοῦντες ἢ οἱ φορτία βαστάζοντες> ἤ τινα χειρωνακτικὴν τέχνην μετιόντες, οὐκ ἀθροίζει τὸ πλῆθος, <πλὴν εἰ διὰ τὸ τοῦ βίου μῆκος.> ἀλλ' ἐκ τοῦ μηδὲν ὧν ἴσασι δύνασθαι σιγῆσαι συμβαίνει τοῖς ὀψιμαθέσιν ἐναντιώματα λέγειν ἀκαίρως φλυαροῦσιν. τίς γὰρ ἦν ἀνάγκη γράφειν Δημόκριτον μὲν εἰρηκέναι μικρὰν ἐπιληψίαν εἶναι τὴν συνουσίαν, Ἐπίκουρον δὲ μηδέποτε μὲν ὠφελεῖν ἀφροδισίων χρῆσιν, ἀγαπητὸν δ', εἰ μὴ βλάψειεν; ἐπὶ γὰρ τῶν ἐξ ἀφροδισίων ἀμέτρων νοσησάντων ἐχρῆν εἰρῆσθαι τοὺς λόγους, οὐκ ἐπὶ τῶν ἐναντίως αὐτοῖς διαιτηθέντων. ἀλλ' ὅμως καὶ ταῦτ' ἔγραψαν οἱ περὶ τὸν Σαβῖνον, οὐκ αἰσθανόμενοι τῆς ἐναντιολογίας. ἀτοπώτατον δὲ καὶ τὸ παραφρονῆσαι διὰ τὴν συνουσίας ἀποχὴν τὸν Πυθίωνα· φασὶ γάρ τοι τὸ ἀθροισθὲν ἐν τῷ ἐγκεφάλῳ σπέρμα τῷ πλήθει βαρῦνον αὐτὸν ἐργάσασθαι τὸ τῆς παραφροσύνης σύμπτωμα, καθάπερ ὀστοῦν εἴωθε θλῖβον ἐπὶ τῶν καταγμάτων τῆς κεφαλῆς ἥ θ' ἡμετέρα χεὶρ ἐργάζεσθαι παραφροσύνην· ἐν ᾧ πάλιν ἐνδείκνυνται μηδ' ἀνατιτραμένῳ τινὶ παραγεγονό|

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
