# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.524

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.524

ἱερὸν ὁ Πυθίων ᾤκει, τίς ἀνάγκη τῆς ἀποχῆς αὐτῷ τῶν ἀφροδισίων, μήθ' ἱερεῖ μήτε προπόλῳ τῆς θεᾶς ὄντι; πάντως γὰρ ἂν ἐπ' αὐτοῦ τοιοῦτόν τι μᾶλλον ὁ Ἱπποκράτης ἔγραψεν ἢ ὅτι παρὰ Γῆς ἱερὸν ᾤκει. ἀλλ' εἰ καὶ πρόπολος ἢ ἱερεὺς ὑπῆρχεν, οὐκ ἦν ἀναγκαῖον αὐτῷ διὰ παντὸς ἀπέχεσθαι τῶν ἀφροδισίων, ὥσπερ εἰ Ἀρτέμιδος ἢ Ἀθηνᾶς ἦν ἱερεύς. ἀλλ' ὅπερ ἔφην ἀρτίως, ἐλέγχειν σπουδῇ τὰ μὴ σπουδῆς ἄξια τῶν ἀτόπων ἐστίν. καὶ τοίνυν ἤδη παυσάμενος τῶν εἰς Πυθίωνα κακῶς εἰρημένων τοῖς ἐξηγηταῖς <καὶ> ἐπὶ τὸν ἑξῆς ἄρρωστον, Ἑρμοκράτην, μεταβὰς κατὰ τὸ συνηθέστερον ἐμαυτῷ τὰς ἐξηγήσεις ποιήσομαι, μὴ πάνυ φροντίζων ὧν ἔνιοι γεγράφασιν οὐκ ὀρθῶς, εἰ μὴ μεγάλη τις ἀνάγκη γένοιτο. πρότερον δὲ περὶ τῶν χαρακτήρων ἐρῶ τι <τῶν προσγεγραμμένων ἐπὶ τῷ τέλει τῆς διηγήσεως τῶν ἐν τούτῳ τῷ βιβλίῳ γεγραμμένων ἀρρώστων.> ΠΕΡΙ ΤΩΝ ΠΡΟΣΓΕΓΡΑΜΜΕΝΩΝ ΧΑΡΑΚΤΗΡΩΝ ΕΚΑΣΤΩΙ ΤΩΝ ΑΡΡΩΣΤΩΝ Οὐκ οἶδ' ὅπως ἐδυστύχησε καὶ τοῦτο τὸ βιβλίον, ὥσπερ καὶ ἄλλα πολλὰ τῶν Ἱπποκράτους, τὰ μὲν ἄλλως διεσκευα|

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
