Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.529
Not analysed yet
ἕτεροι δὲ τούτοις ἀντιλέγοντες σπουδῇ πειρῶνται δεικνύειν, οὐ διὰ τὴν τίτανον ἐμνημονευκέναι τοῦ καινοῦ τείχους αὐτόν, ἀλλὰ διότι παρὰ τὸ ἔθος ἀποφραχθέντων τῶν ἀνέμων καὶ τῆς εὐπνοίας τῶν οἰκημάτων, ἐν οἷς Ἑρμοκράτης ᾤκει, διαφθαρείσης ἡ νόσος ἐγένετο τῷ ἀνθρώπῳ. περὶ μὲν οὖν τοῦ χωρίου καὶ ταῦθ' ἱκανά, μᾶλλον δ' ὡς τἀληθὲς εἰπεῖν καὶ περιττά. περὶ δὲ τῶν συμβάντων αὐτῷ σκεπτέον ἐφεξῆς ἀναμιμνῃσκομένους τῶν ἐν ἑτέροις ἀποδεδειγμένων, ὧν καὶ τόδ' ἐστί, τρία γένη τὰ πρῶτα τῶν πυρετῶν εἶναι, τὸ μέν τι τῶν ἐφημέρων ὀνομαζομένων, τὸ δέ τι τῶν ἑκτικῶν, τὸ δὲ τρίτον οὓς ὀνομάζουσιν ὀξεῖς, ἐπὶ χυμοῖς σηπομένοις γινομένους. ὅτι μὲν ἐκ τοῦ τρίτου γένους τούτων ὁ πυρετὸς ἐγένετο τῷ Ἑρμοκράτει, δῆλον εὐθέως ἐκ τοῦ φάναι τὸν Ἱπποκράτην κατὰ τὴν ἀρχὴν τῆς διηγήσεως ἐπ' αὐτοῦ τὸ πῦρ ἔλαβεν. ὥσπερ γὰρ ἐφ' ἑτέρας διηγήσεως ἔγραψεν· "ἄνθρωπος θερμαινόμενος ἐδείπνησεν", ἐνδείξασθαι βουλόμενος διὰ τοῦ "θερμαινόμενος" ὀνόματος τὴν μετριότητα τοῦ γενομένου τῷ δειπνήσαντι πυρετοῦ, κατὰ τὸν αὐτὸν δὴ τρόπον |