# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.530

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.530

νῦν ὠνόμασε πῦρ τὸν ἰσχυρὸν πυρετόν. ἀλλὰ καὶ κεφαλὴν ἀλγεῖν ἤρξατο μετὰ κωφώσεως. εὔδηλον οὖν ἐκ τούτων ἐστὶν ἐπὶ τὴν κεφαλὴν ἀνηνέχθαι τι πλῆθος χυμῶν. ἐδείχθη δ', ὅτι τοῖς μὲν ψυχροτέροις καὶ φλεγματικωτέροις ὕπνοι τε καρώδεις ἕπονται καὶ τὰ ληθαργικὰ πάθη, τοῖς δὲ θερμοτέροις ἢ ὅλως δακνώδεσιν ἀγρυπνίαι τε καὶ παραφροσύναι. γενομένης οὖν ἀγρυπνίας αὐτῷ μετά τε κωφώσεως καὶ κεφαλῆς ἀλγήματος καὶ ὀσφύος ὑποπτεύειν εὔλογον ἦν τοὺς πληρώσαντας τὴν κεφαλὴν χυμοὺς δακνωδεστέρους εἶναι. συμβαίνει δ' ἐπὶ τοῖς τοιούτοις, ὅταν ἅμα πυρετῷ θερμῷ καὶ διακαεῖ βλαβῶσι τὴν κεφαλήν, ἕπεσθαι παραφροσύνας, ὡς ἔμαθες. ὅταν δὲ καὶ παραμένῃ μέχρι δύο ἢ τριῶν ἢ τεττάρων ἡμερῶν τὰ συμπτώματα, βεβαιότερον ἔτι προγνώσῃ τὴν παραφροσύνην, ὥσπερ ἀμέλει καὶ νῦν ἐπὶ τοῦ Ἑρμοκράτους ἐγένετο. κατὰ γὰρ τὴν τῆς πέμπτης ἡμέρας διήγησιν ἔγραψε παραφρονῆσαι τὸν ἄνθρωπον. ὅτι δ' ὁ πυρετὸς ἦν, οἷος εἴρηται, δηλοῖ καὶ τὸ τῆς γλώσσης σύμπτωμα. τί γάρ φησι; γλῶσσα δ' ἀρχομένῳ ἐπεκαύθη. σημαίνει δὲ τοὔνομα τοῦτο ξηρὰν μὲν αὐτὴν |

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
