# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.559

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.559

ἀπὸ τῆς παρὰ <τὰ> Βίτωνος κυναγχικῆς, ἑβδόμης ἀπὸ τῆς ἀρχῆς γεγραμμένης. ἀμέλει καὶ οἱ ἐξηγησάμενοι τοὺς προσγεγραμμένους τῷ βιβλίῳ τούτῳ χαρακτῆρας ἀπ' ἐκείνης ἤρξαντο πάντες, τοῖς πρώτοις ἀρρώστοις λέγοντες αὐτοὺς μὴ προσκεῖσθαι. κατ' ἔνια μέντοι τῶν νῦν εἰς χεῖρας ἡμῖν ἡκόντων εὑρίσκονται καὶ τοῖς πρώτοις ἀρρώστοις προσκείμενοι χαρακτῆρες, ὥς γε καὶ ἡ κατὰ Διοσκορίδην ἔκδοσις προσκειμένους αὐτοὺς ἔχει. καὶ τούτῳ γε τῷ Ἑρμοκράτει πρῶτον ὑπογέγραπται τὸ πεῖ ἐν μέσῳ γραμμὴν ἔχον, ἁπάντων τῶν χαρακτήρων, ὧν ἐπὶ πάντων τῶν ἀρρώστων ἔφαμεν εὑρίσκεσθαι, προγεγραμμένον. ἐφεξῆς δὲ τὸ ε γέγραπται καὶ μετ' αὐτὸ τὸ δέλτα κάτωθεν ὀρθὴν γραμμὴν ἀπεστιγμένην ἔχον, ὥσπερ τὸ ἰῶτα γράφομεν. εἶτα μετ' αὐτὸ τὸ κ καὶ ζ καὶ μετὰ ταῦτα τὸ θ, κατὰ τόνδε τὸν τρόπον ÏÎÎ¸Î±Î½Î¿ÌÎ½ΕΔͅΚΖΘ. ὁ μὲν οὖν πρῶτος χαρακτήρ, ὡς καὶ πρόσθεν, σημαίνει τὸ πιθανόν, ὥσπερ γε καὶ τὸ ὕστατον γράμμα ποτὲ μὲν υ, ποτὲ δὲ θ γεγραμμένον, ὑγείας μὲν τὸ υ, θανάτου δὲ τὸ θ σημεῖόν ἐστιν. τὸ δὲ πρὸ τούτου τὸν ἀριθμὸν τῶν ἡμερῶν, |

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
