# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.596

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.596

τοιοῦτον πνεῦμα συνεξηγησόμενοι. φαίνεται γὰρ τοῖς οὕτω διακειμένοις τὰ τοῦ θώρακος ὑψηλὰ μέχρι τῶν ὠμοπλατῶν κινούμενα, καὶ τοῦτ' εὔλογον εἰρῆσθαι νῦν ὑπ' αὐτοῦ μετέωρον πνεῦμα, γιγνόμενον οὐ μόνον ἐν τοῖς κυναγχικοῖς, ἀλλὰ κἀν τοῖς περιπνευμονικοῖς καὶ τοῖς ἐμπυικοῖς ὀνομαζομένοις πάθεσιν. γίνεται δὲ καὶ χωρὶς πυρετῶν ἐπὶ τῶν ἰδίως ὀνομαζομένων ὀρθοπνοικῶν τε καὶ ἀσθματικῶν. ἀπὸ γὰρ <τῶν> τοιούτων συμβεβηκότων ἑκάτερον τῶν ὀνομάτων τῷ πάθει τούτῳ τέθειται, τὸ μὲν ἆσθμα διὰ τὴν ἐπειγμένην ἀναπνοήν, ἣ καὶ τοῖς δραμοῦσιν ὀξέως γίγνεται, τὴν δ' ὀρθόπνοιαν, ἐπειδὴ διὰ τὸ πνίγεσθαι κατακειμένους καὶ σχηματίζουσιν ἑαυτοὺς ὀρθίους· ἔνιοι δὲ καὶ <ἀνακαθίζειν> ἀναγκάζονται καὶ τελέως ἐξανίστασθαι. γέγραπται δὲ κἀν Προγνωστικῷ κατὰ λέξιν οὕτως· "αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι καὶ τάχιστα ἀναιρέουσιν, ὅσαι μήτε ἐν τῇ φάρυγγι ἔκδηλον μηδὲν ποιέουσι μήτε ἐν τῷ αὐχένι πλεῖστόν τε πόνον παρέχουσι καὶ ὀρθόπνοιαν." ἡ αὐτὴ τοίνυν αἰτία τήν τ' ὀρθόπνοιαν ἐργάζεται τοῖς

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
