Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.597
Not analysed yet
πνιγώδεσι πάθεσι καὶ τὸ προση|γορευμένον ἄρτι μετέωρον πνεῦμα. κατὰ φύσιν μὲν γὰρ ἔχοντες, ὅταν ἐν ἡσυχίᾳ πασῶν τῶν κατὰ προαίρεσιν ὦμεν ἐνεργειῶν, μόνοις τοῖς κάτω τοῦ θώρακος μέρεσι τοῖς κατὰ τὰς φρένας ἀναπνέομεν, ὡς ἐν τοῖς Περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων ἐδείχθη. πλείονος δ' εἰσπνοῆς δεόμενοι καὶ τὰ συνεχῆ τοῖς κάτω συγκινοῦμεν. ἐπειδὰν δὲ πλείστης δεώμεθα, καὶ τὰ κατὰ τὰς ὠμοπλάτας μόρια κινοῦμεν, ἅπαντι τῷ θώρακι βιαίως ἐνεργοῦντες. ἀλλὰ τοῦτο μὲν ἡμῖν ὑγιαίνουσι γίγνεται δραμοῦσιν ὀξέως ἢ ὁπωσοῦν σφοδρῶς κινηθεῖσιν ἄρα διὰ τὸ πλείονος εἰσπνοῆς δεῖσθαι, κατὰ δὲ τὰς περιπνευμονίας καὶ τὰ τῶν ἐμπύων πάθη καὶ τὰς ἐπὶ τῶν <ἀ>πυρέτων ὀρθοπνοίας διὰ τὴν στενοχωρίαν τῶν ἀναπνευστικῶν ὀργάνων, οὐ δυναμένων καταδέξασθαι τοσαύτην οὐσίαν ἀέρος, ὅσης χρῄζει τὸ ζῷον. ἀπλήρωτος οὖν ἡ χρεία τῆς ἀναπνοῆς γιγνομένη κίνδυνον ἐπάγει πνιγός, καὶ διὰ τοῦτ' ἀναγκάζονται συνεχῶς τε καὶ παντὶ τῷ θώρακι ποιεῖσθαι τὴν ἀναπνοήν. ἐπὶ δὲ τῆς μὲν κυνάγχης αἱ κατὰ τὸν πνεύμονα κοιλίαι τοῦ πνεύματος, ἐν αἷς ἀνα|