# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.598

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.598

πνέομεν, ἄφρακτοί εἰσι καὶ καθαραί. φλεγμαινόντων δὲ τῶν ἐν τῷ λάρυγγι μυῶν στενοχωρία γίγνεται κατὰ τὴν πρώτην εἴσοδον τοῦ ἔξωθεν ἀέρος, ὃν διὰ τῆς εἰσπνοῆς ἕλκομεν, ὥστε καὶ νῦν καθ' ἑτέραν μὲν αἰτίαν, ὡσαύτως δ' ἀπλήρωτος ἡ χρεία γίγνεται τῆς ἀναπνοῆς, ὡς ἐπ' ἀσθματικῶν ἐμπυικῶν τε καὶ περιπνευμονικῶν ἐγίγνετο. καὶ διὰ τοῦτο ἐξοργῶσιν οἱ πνιγόμενοι διανίστασθαί τε καὶ παντὶ τῷ θώρακι βιαίως ἐπισπᾶσθαι τὸν ἔξωθεν ἀέρα. κατὰ τοῦτο μὲν δὴ τοῖς κυναγχικοῖς τὸ μετέωρον ὠνομάσθαι πνεῦμα λογίσαιτ' ἄν τις. ἐγχωρεῖ δὲ καὶ διὰ τὸ μετεωρίζειν ἑαυτοὺς ἐθέλειν <αὐτοὺς> οὕτως εἰρῆσθαι, ταὐτὸν σημαίνοντος τοῦ μετεώρου πνεύματος τῇ κατὰ τὸ Προγνωστικὸν ὀρθοπνοίᾳ. γέγραπται δ' ἐν τῇ διηγήσει τῆς προκειμένης ἐν τῷ λόγῳ κυναγχικῆς, ὡς καὶ τὸ ποτὸν εἰς τὰς ῥῖνας ἀνεκύπτετο. γίγνεται δὲ τοῦτο τοῖς μὴ καταπίνειν αὐτὸ δυναμένοις ἤτοι διὰ στενοχωρίαν τοῦ πόρου τοῦ κατὰ τὸν στόμαχον ἢ διὰ νέκρωσιν αὐτοῦ καὶ παράλυσιν, ὀλέθριον ἐσχάτως ἑκάτερον ὄν, ὥσπερ γε καὶ τὸ προγεγραμμένον οὕτως ὑπ' αὐτοῦ κατὰ τὴν τρίτην ἡμέ|

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
