# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.604

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.604

πρὸς ἃ σπεύδειν δεῖ τὸν ἀσκούμενον ἐν αὐτῇ. ἀλλ' ἐπειδὴ γραφομένων αὐτῶν ἔδοξε τοῖς φίλοις, οἷς πεισθεὶς κατὰ τὸ πρῶτον βιβλίον ἐλέγχους τινὰς ἔγραψα τῶν μοχθηρῶς ἐξηγησαμένων τὰ κατὰ τοὺς ἀρρώστους, εἰπεῖν τί με καὶ περὶ τῶν χαρακτήρων τούτων ἅπαξ ἐν τῷδε τῷ βιβλίῳ, καὶ τοῦθ' ὑπέμεινα πρᾶξαι, γιγνώσκων, ὅπερ ἀεὶ λέγω, τὰ πλείω τῶν ὑπὸ τῶν νεωτέρων ἰατρῶν ἐν ὑπομνήμασι γεγραμμένων ἀπολλύντα μὲν ἡμῶν τὸν χρόνον, ἰατρικὸν δ' οὐδὲν διδάσκοντα· δι' οὓς κἀγὼ τὰς μὲν ἰατρικὰς πραγματείας ἰδίᾳ καθ' ἑαυτὰς ἐποιησάμην, τὰς δὲ πρὸς τοὺς σοφιστάς, ἐπειδὴ καὶ τούτων ὁρῶ δεομένους τοὺς νέους, ὅσοι διαστρέφονται πρὸς αὐτῶν, αὐτὰς καθ' ἑαυτὰς πάλιν καὶ ταύτας, ἵν', εἴ τις ἔχοι χρόνον ἐκ περιουσίας ἐντυγχάνειν αὐταῖς, ὡς πρὸς πολεμίους εἴη παρεσκευασμένος τοὺς σοφιστάς. οὕτως οὖν καὶ νῦν ἄχρηστον πρᾶγμα πρὸς τὸ καλῶς ἰᾶσθαι τὸ κατὰ τοὺς χαρακτῆρας τούτους ὑπάρχον ὅμως οὐκ ὀκνήσω διελθεῖν ἅπαν, ἐπειδὴ τοῖς φίλοις οὕτως ἔδοξεν. ᾐσχυνόμην δ' ἂν εἰς τοιαύτην φλυαρίαν ἐκτρεπόμενος, εἰ μὴ πρότερον ἐν πολλαῖς |

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
