# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.616

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.616

τάσιν ὁ Ἱπποκράτης δηλοῖ διὰ τῆς εἰρημένης λέξεως. ἐνδείκνυται δ' ἡ τοιαύτη τάσις τῶν μὲν ἔξω σωμάτων, ἅπερ οἱ κατ' ἐπιγάστριόν εἰσι μύες, οὐδὲν φλεγμαίνειν, ἤτοι δὲ τὰς φρένας ἢ τὸ ἧπαρ ἢ τὸν σπλῆνα. κινδυνώδη μὲν οὖν ταῦτα σὺν τοῖς ἄλλοις <προειρημένοις>, τοῦ δὲ θανάτου σημεῖον ἱκανὸν ἡ πελίδνωσίς τε καὶ ἀπόψυξις τῶν ἀκρέων ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἐν ὀξεῖ πυρετῷ κατὰ τὴν εἰκοσαετῆ ἡλικίαν γενόμεναι. διὰ τοῦτο δὴ καὶ μέχρι τῆς ἑβδόμης ἡμέρας ἐξήρκεσεν ὁ νεανίας, ἴσως καὶ ἄλλως ἰσχυρὸς ὢν φύσει τὴν δύναμιν, οὐ μόνον διὰ τὴν ἡλικίαν. ἃ μὲν οὖν ἄν τις ἐκ τῆς περὶ τὸν ἄρρωστον τοῦτον ἱστορίας λάβοι χρήσιμα, ταῦτ' ἐστί, τὸ δὲ ζητεῖν, ἐν ποίᾳ πόλει καλεῖταί τι χωρίον ψευδέων <ἀγορή>, καθάπερ Ἀθήνησι τὴν τῶν Κερκώπων οὕτως ὠνόμασαν, ὅσα τ' ἄλλα τοιαῦτα καθ' ἕκαστον τῶν ἀρρώστων ἔνιοι τῶν ἐξηγητῶν ἔγραψαν, οὐκ ἂν ὑπερέβαινον, εἴ τι χρήσιμον ἐν αὐτοῖς ἑώρων εἰς τὰ τῆς τέχνης ἔργα. ὀξύ. τοῦτο γέγραπται μεταξὺ τοῦ προγεγραμμένου καὶ τοῦ μέλλοντος γραφήσεσθαι, δυνάμενον ἑκατέρῳ προσνέμεσθαι, φαινομένων γ' ἀμφοτέ|

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
