# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.625.1

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.625.1

τῆς γνώμης. οὐ μὴν ἡ τούτων τριττὴ ἐπεκράτησε βλάβη κατὰ τὴν τοῦ μειρακίου νόσον· οὔτε γάρ <τι> σπασμῶδες οὔτε τρομῶδες, ἀλλ' οὐδὲ φρενιτικὸν ἐγένετο, καὶ διὰ τοῦτ' οἶμαι καὶ τὴν τῶν πότων γραφὴν ἀλογωτέραν ὑπάρχειν. εὐλογώτερον γάρ ἐστιν <διαφοράν τινα τῆς> ἀπεψίας προηγεῖσθαι τῷ μειρακίῳ τάχα μὲν καὶ κατὰ τὴν κοιλίαν, εἰ δὲ μή, ἀλλὰ κατά γε τὰς φλέβας πάντως, ἐφ' αἷς οὐκ ὀλίγων ὠμῶν χυμῶν ἠθροίσθη πλῆθος, ὡς ἐνδείκνυται τὰ οὖρα καὶ τὰ διαχωρήματα, λεπτὰ μέν, οὐ μὴν χολώδη γενόμενα. φαίνεται μέντοι καὶ χολώδης τις αὐτῷ χυμὸς ἐν ὅλῃ τῇ τοῦ σώματος ἕξει περιέχεσθαι διὰ τοὺς γενομένους πόνους, ἐφ' οἷς εὔλογόν ἐστι καὶ παραφροσύνην τινὰ γενέσθαι καὶ τὸν πυρετὸν ὀξύν. ΠΕΡΙ ΤΟΥ ΠΡΟΓΕΓΡΑΜΜΕΝΟΥ ΤΩΝ ΣΗΜΕΙΩΝ ΧΑΡΑΚΤΗΡΟΣ ΟΝ ΤΟ ΠΙΘΑΝΟΝ ΣΗΜΑΙΝΕΙΝ ΦΑΣΙΝ Ἐπειδὴ τὰ πλεῖστα τῶν κατὰ τὸ βιβλίον τοῦτο ταῖς ἀδολεσχίαις ἐχαρισάμεθα τῶν ἐξηγητῶν, οὐ χεῖρον ἂν εἴη καὶ περὶ τοῦ <τὸ> πιθανὸν ἐνδεικνυμένου χαρακτῆρος εἰπεῖν τι παραδείγματος ἕνεκεν. ἴσως γάρ τις θαυμάσει περὶ τοῦ μεγέθους τῶν βιβλίων, ὧν ἔγραψαν οἱ περὶ τὸν Ζήνωνά τε καὶ τὼ Ἀπολλωνίω. ἐὰν οὖν ἐφ' ἑνὸς χαρακτῆρος ἀκούσῃς πῶς κατὰ βραχὺ προῆλθεν αὐτοῖς εἰς μῆκος ἡ ἀντιλογία, γνώσῃ τε τὴν αἰτίαν τῆς μακρολογίας φυλάξῃ τε περιπίπτειν ταῖς τοιαύταις <ἀδολεσχίαις>, ἐὰν νοῦν ἔχῃς. φασὶν οὖν εὐθέως ἐπὶ τοῦ πρώτου χαρακτῆρος, ὃν τὸ πιθανὸν ἔφασαν <οἱ περὶ τὸν Ζήνωνα> δηλοῦν, οὐδαμόθι <τῷ> Ἱπποκράτει κατ' οὐδὲν τῶν βιβλίων εἰρῆσθαι τὴν φωνὴν ταύτην, <"εἰκὸς" γὰρ> εἰωθέναι λέγειν αὐτόν, οὐ "πιθανόν". ὥστ' εὔλογον οὔ φασιν ἐν ἑνὶ βιβλίῳ πολλάκις κεχρῆσθαι τῷ τῆς φωνῆς ταύτης σημείῳ τὸν ἐν ἅπασι τοῖς ἄλλοις μηδέποτ' αὐτῇ χρησάμενον. ἀνατρέποντες δὲ τὸν λόγον τοῦτον οἱ τὰ τοῦ Ζήνωνος φρονοῦντες ἐν τῷ γνησιωτάτῳ βιβλίῳ τῷ Περὶ ἀγμῶν φασιν εἰρῆσθαι "πιθανώτερον", ἔνθα περὶ σωλῆνος διαλέγεται· προειπὼν γάρ, ὡς οὐκ εἴη χρεία σωλῆνος, ἐπήνεγκε "πιθανώτερον τοῖσι δημότῃσίν ἐστι καὶ τὸ τοῦ ἰητροῦ ἀναμαρτητότερον εἶναι, ἢν σωλὴν ὑποκέηται". κομψῶς οὖν δοξάντων εὐπορηκέναι πιθανῆς ἀντιλογίας τῶν περὶ Ζήνωνα, τριτταὶ τοῖς πρὸς αὐτὸν πολεμοῦσιν ἀπαντήσεις ἐγένοντο, δύο μὲν ἐριστικώτεραι μᾶλλον ἢ ἀληθέστεραι, τρίτη δ' ἀξιόλογος πάνυ καὶ κηλοῦσα τοὺς ἀκούοντας, ὅσοι γε περὶ λέξιν Ἑλληνικὴν ἔχουσιν. ἡ μὲν οὖν πρώτη τῶν ἐριστικῶν ἀντιλογιῶν ἐστιν ἥδε· "πιθανώτερον" εἶπεν ὁ Ἱπποκράτης, οὐ "πιθανόν", ἐνταυθοῖ δὲ ἀξιοῦσι τὸ πιθανὸν ἐκ τοῦ χαρακτῆρος σημαίνεσθαι. πρὸς ὃ πάλιν οἱ βοηθοῦντες τῷ Ζήνωνί φασιν· "ἐὰν μὲν αὐτὸ τὸ πρωτότυπον ὄνομα παρὰ παλαιῷ τις εὕρῃ γεγραμμένον, οὐκ ἤδη συγχωροῦμεν αὐτῷ τὰ παραγωγὰ λέγειν, ἐὰν μὴ δείξῃ κἀκείνοις τινὰ κεχρημένον, ὁ δὲ τὸ παραγωγὸν εὑρὼν θαρρῶν χρήσεται τῷ πρωτοτύπῳ· τὸ μὲν γὰρ ἀπό τινος γεγονὸς ἐνδείκνυται τὴν τοῦ γεννήσαντος ὕπαρξιν, τὸ δ' ὑπ' οὐδενὸς γεγενημένον ἄδηλόν ἐστιν εἴθ' ἕτερον ἔτεκεν εἴτε μή." τὸ μὲν δὴ πρῶτον μέρος τοῦ δράματος ἐνταυθοῖ τελευτάτω, φανεροῦ <γ'> ἐξ ὧν εἶπον γεγονότος, ὅπως αὐξῆσαι δυνατόν ἐστιν εἰς ἀδολεσχίαν αὐτὸ μακροτάτην. ἐπὶ δὲ τὸ δεύτερον ἴωμεν, καθέντες ἑαυτοὺς ἅπαξ εἰς τὸ δρᾶμα. φασὶν οὖν οἱ ἀντιλέγοντες τοῖς περὶ τὸν Ζήνωνα τὸ μὲν ἅπαξ εἰρημένον ὄνομα δύνασθαί ποτε καὶ λαθεῖν τὸν γράφοντα, τοῦ μὲν τῶν ἑλληνιζόντων ἀκριβῶς ἐπιλαθόμενον ἔθους, ἀπαχθέντα δ' ὑπὸ τῆς τῶν πολλῶν συνηθείας, <ἐν> ἑνὶ δὲ βιβλίῳ <καὶ> ἐφεξῆς χρήσασθαι πολλάκις τινὶ φωνῇ μόνοις τοῖς συνήθεσιν αὐτῇ δυνατὸν εἶναι. τὴν δὲ πρὸς ταῦτ' ἀντιλογίαν αὖ τῶν ἐκ τοῦ Ζηνωνείου στρατοπέδου περιττὸν λέγειν, ὑπόψυχρόν τε καὶ μακρὰν οὖσαν· ἀρκεῖ γάρ μοι τὰς ἀρχὰς τῶν ἀντιλογικῶν ὁδῶν εἰπόντα μόνας ἐπὶ τὸ τρίτον μέρος ἀφικέσθαι τοῦ δράματος ἀρέσαι δυνάμενον οὐ μόνον τοῖς πολλοῖς, ἀλλὰ καὶ <τοῖς παλαιᾶς λέξεως ἐπιστήμῃ προσέχουσι τὸν νοῦν. καὶ δὴ φάσκουσι σύνηθες εἶναι> τοῖς παλαιοῖς "εἰ<κὸς>" καὶ "δυνατὸν" καὶ "ἐνδεχόμενον" καὶ "εὔλογον", καὶ <μὴ> "πιθανὸν" λέγειν, οὔσης καὶ αὐτῆς ἴσως ἐν τῇ τότε χρήσει τῆς φωνῆς, ἀλλὰ σπανίου γε καὶ παρὰ τοῖς ἰδιώταις, ἔμπαλιν δὲ τὴν κατὰ τὸ παραβλητικὸν εἶδος, ὃ συγκριτικὸν ὀνομάζουσιν οἱ γραμματικοί, γεγενημένην φωνὴν ἀπὸ τοῦ εἰκὸς οὐκ εἶναι συνήθη τοῖς παλαιοῖς· ἀσύνηθες γὰρ ἦν "εἰκότερον" λέγειν, καί<τοι> σπανίως γ' ἂν εὕροις τοῦτο, καθάπερ καὶ τὸ πιθανόν. εὔδηλον <οὖν ὅτι> τῷ μέλλοντι <τὴν> ἀμφισβήτησιν αὐτῶν διακρινεῖν ἀναγνωστέον ἐστὶ πάνυ πολλὰ τῶν παλαιῶν Ἑλλήνων βιβλία· γνῶναι γὰρ ἀμήχανον ἑτέρως, εἰ μή γε τὸ πιθανὸν αὐτοῖς ἦν σύνηθες, ἀλλὰ τὸ πιθανώτερον, <ὥσπερ> οὐκ ἦν γε τὸ εἰκότερον ἐν ἔθει, καθάπερ τὸ εἰκός. ἐὰν <μέντοι> τις τῶν τὴν ἰατρικὴν τέχνην προῃρημένων μανθάνειν ἐπὶ τὴν ἀνάγνωσιν ἐκτρέπηται τῶν παλαιῶν βιβλίων, ὅσα τοῖς ῥήτορσιν ἢ ἱστορικοῖς ἢ γραμματικοῖς ἢ <τραγῳδοποιοῖς ἢ κωμῳδοποιοῖς ἢ> φιλοσόφοις γέγραπται, κατατρίψει μὲν ἐν τούτῳ τὸν χρόνον, ἀποστήσεται δὲ <τῆς ὠφελείας, μηδὲν ἄλλο κατὰ πᾶσαν τὴν ἀσχολίαν ταύτην περιποιούμενος ἀλλ' ἢ γενεαλογίαν ὀνόματος> μήτε εἰς διάγνωσιν νοσημάτων <μήτ' εἰς θεραπείαν> μήτ' εἰς πρόγνωσιν ὄντος χρησίμου. κάλλιον οὖν ἴσως καταπαῦσαι ἤδη τὸ δρᾶμα τριμερὲς γεγονός, ἵνα μὴ πλείονα τρίβωμεν χρόνον ἐν τῇ τῶν ἐφεξῆς δυοῖν μερῶν προσθέσει, καὶ ταῦτ' ἤτοι τραγῳδίαν ἢ κωμῳδίαν ὑποκρινόμενοι. ἐπὶ τοὺς ὑπολοίπους οὖν ἀρρώστους ἐλθόντες (εἰσὶ δὲ τέτταρες ἔτι πρὸ τῆς λοιμώδους καταστάσεως γεγραμμένοι), τουτὶ τὸ δεύτερον ὑπόμνημα καταπαύσομεν ἐπ' αὐτοῖς, τοῦ τρίτου δ' <ἀπ' αὐτοῦ τοῦ λοιμοῦ τῆς ἐξηγήσεως> ἄρξασθαι χρησιμώτερον. Ἔνατος <ἄρρωστος.> Ἡ παρὰ Τισαμένῳ γυνὴ κατέκειτο, ᾗ τὰ εἰλεώδεα δυσφόρως ὥρμησεν. ἔμετοι πολλοί, ποτὸν κατέχειν οὐκ ἠδύνατο. πόνοι περὶ ὑποχόνδρια. καὶ ἐν τοῖσι κάτω |

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
