# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.718

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.718

των οἱ πλεῖστοι διενόσεον. ἤρξατο μὲν οὖν τοῖς πλείστοισι τούτων ἐξαίφνης ἐκ τούτων κακοῦσθαι· φρικώδεες πυκνά· πολλάκις πυρετοὶ ξυνεχέες, ὀξέες· ἱδρῶτες ἄκαιροι, ψυχροί, πολλοὶ διὰ τέλεος· πολλὴ ψῦξις καὶ μόλις πάλιν ἀναθερμαινόμενοι· κοιλίαι ποικίλως ἐφιστάμεναι καὶ πάλιν ταχὺ καθυγραινόμεναι, περὶ δὲ τὴν τελευτὴν πᾶσι βιαίως καθυγραινόμεναι· καὶ τῶν περὶ πνεύμονα πάντων διάδοσις κάτω· πλῆθος οὔρων οὐ χρηστῶν· συντήξιες κακαί. αἱ δὲ βῆχες ἐνῆσαν μὲν διὰ τέλεος πολλαὶ καὶ πολλὰ ἀνάγουσαι πέπονα καὶ ὑγρά, μετὰ πόνων δὲ οὐ λίην· ἀλλ' εἰ καὶ ἐπόνεον, πάνυ πρηέως πᾶσιν ἡ κάθαρσις τῶν ἀπὸ πνεύμονος ἐγίνετο. φάρυγγες οὐ λίην δακνώδεες, οὐδ' ἁλμυρίδες οὐδὲν ἠνώχλεον· τὰ μέντοι γλίσχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ ἀφρώδεα πολλὰ ἀπὸ κεφαλῆς ᾔει. |

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
