Ancient Greek · ~4 min
Volume 17a
Galen, In Hippocratis librum iii epidemiarum commentarii iii 17a.719
Not analysed yet
Προείρηταί μοι καὶ πρόσθεν, ὅτι πληρωθείσης ἐν τῇ θερμῇ καὶ ὑγρᾷ καὶ ἄπνῳ καταστάσει τῆς κεφαλῆς ἡ φθινώδης ἐγένετο διάθεσις ἐκ τοῦ καταφερομένου ῥεύματος εἰς τὸν πνεύμονα, μέρος δ' αὐτοῦ καὶ διὰ τοῦ στομάχου καταρρυὲν εἰς τὴν γαστέρα τὰς κατ' αὐτὴν εἰργάσατο ταραχάς. ἃ δ' ἐφεξῆς εἴρηκε περὶ τῶν φθινωδῶν, δῆλα τοῖς μεμνημένοις τῶν προειρημένων ἐστίν, ὅμως δ' οὖν κἀγώ, περὶ ὧν ἂν ἐπισημήνασθαι δόξῃ κάλλιον εἶναι, πράξω τοῦτο. πρῶτον δ' ἐν αὐτοῖς ἐστι <τὸ> τοὺς πλείστους τῶν φθινωδῶν ἀποθανεῖν ἐν ἀρχῇ τοῦ ἦρος, ἐπὶ τῇ μεταβολῇ τοῦ ἀέρος. αὐτὸς γὰρ εἶπεν ὀπισθοχειμῶνας γενέσθαι "καὶ ἤδη περὶ ἰσημερίην βόρεια, χιονώδεα". χαλεπώταται δὲ αἱ τοιαῦται μεταβολαὶ τοῖς φθινώδεσι καὶ διὰ τοῦτο καὶ τὸ φθινόπωρον ὀλέθριον. αὐτὸς γοῦν ἐν Ἀφορισμοῖς ἔφη "τὸ φθινόπωρον τοῖσι φθίνουσι κακὸν" εἶναι. καὶ ἄλλως δὲ τὰ βόρεια τῶν κατὰ τὸν θώρακα μορίων ἁπάντων ἐστὶ κακωτικά. φησὶ γοῦν αὐτὸς ἐν Ἀφορισμοῖς βῆχάς τε καὶ φάρυγγας ὀδύνας τε πλευρῶν καὶ στηθέων γίνεσθαι κατὰ τὰ βόρεια, πολὺ δὲ μᾶλλον οἷς |