# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.720

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.720

ἤδη πέπονθε ταῦτα καὶ ἡ κεφαλὴ πεπληρωμένη καταπέμπει τὸ ῥεῦμα· διὸ καὶ τοῦ θέρους ὑφεῖναί φησι, τουτέστιν ἐνδοῦναι καὶ μετριάσαι τὰς βῆχας. ἐγένετο γάρ, ὡς αὐτὸς ἔγραψε, τὸ θέρος αἴθριον καὶ θερμόν, ὥσπερ αὖ πάλιν ἡ ἀρχὴ τοῦ μετ' αὐτὸ φθινοπώρου βλαβερωτάτη τοῖς φθινώδεσιν· αὐτὸς γὰρ ἔφη· "πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βορείοις ὕδατα πολλά." τοῦ δὲ εἰς πολὺν χρόνον ἐκπεσεῖν οὐ τὰς φθίσεις μόνον, ἀλλὰ καὶ τἄλλα νοσήματα τὸ πάχος τῆς ὕλης αἰτιατέον οὐδὲν ἐχούσης, ὅσον ἐφ' ἑαυτῇ, δριμὺ καὶ θερμόν, ἀλλ' ἐν τῷ χρόνῳ λαμβανούσης ἐκ τοῦ σήπεσθαι. σαφέστατα δ' αὐτὸς ἐδήλωσε τοῦτο διὰ τῆσδε τῆς λέξεως· φάρυγγες οὐ λίην δακνώδεες, οὐδ' ἁλμυρίδες οὐδὲν ἠνώχλεον, τὰ μέντοι γλίσχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ ἀφρώδεα <πολλὰ> ἀπὸ κεφαλῆς ᾔει. τά γε μὴν ἄλλα πάντα τὰ κατὰ τὴν ῥῆσιν δῆλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν. Βάρος σώματος. |

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
