# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.731

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.731

σθαι, τοιαύτην τινὰ ποιοῦνται τὴν ἐξήγησιν· "ἀπέθνῃσκον πολλοὶ τῇ τετάρτῃ τῶν ἡμερῶν." ὅσοι δὲ μὴ προσγράφουσι τὸ ἰῶτα, βούλονται παραπλησίαν εἶναι ταῖς ἔμπροσθεν εἰρημέναις ὑπὸ τῶν λυμηναμένων τῷ βιβλίῳ <παρεγγραφῆναι τήνδε> τὴν γραφήν, τετάρτην δηλοῦσαν εἶναι τὴν κατάστασιν ταύτην, συναριθμουμένων αὐτῇ δηλονότι τῶν ἐν τῷ πρώτῳ βιβλίῳ τριῶν καταστάσεων. ἐν οἷς δ' ἀντιγράφοις ἀντὶ τοῦ τετάρτῃ δʹ μόνον μετὰ τοῦ ἰῶτα προσγέγραπται, ταὐτὸ μὲν σημαίνεται τῷ τετάρτῃ, παραπλησίως δὲ τοῖς γραφεῖσιν ὑπὸ τοῦ Παμφυλίου Μνήμονος χαρακτῆρσι καὶ αὐτὸ φαίνεται συμβολικῶς ἐπιτεθεῖσθαι, καὶ ταύτην γε μόνην τὴν γραφὴν ἴσασιν οἱ παλαιοὶ τῶν ἐξηγητῶν. ἔνιοι δὲ φυγεῖν πάντα ταῦτα βουλόμενοι μεταγράψαντες ἐποίησαν τεταρταῖοι, τὴν λέξιν ὅλην οὕτως ἔχειν βουλόμενοι· "καὶ ὑπὸ πληιάδα πάλιν ἔθνῃσκον οἱ πολλοὶ τεταρταῖοι." καὶ ὅ γε Καπίτων ταύτην μόνην ἐν τοῖς ἰδίοις ἀντιγράφοις ἐποιήσατο τὴν γραφήν. ἔοικε δὲ ψεῦδός τι δηλοῦν, ἄν τ' ἐπὶ τῶν νοσούντων, ἄν τ' ἐπὶ τῶν πυρετῶν ἀκούῃ τις. τὸ μὲν οὖν ἐπὶ τῶν νοσούντων ἄντικρυς ἀπίθανον· οὐ γὰρ εἰκὸς ἦν ἐπὶ τῇ προκειμένῃ διαθέσει τῶν χυμῶν οὕτως ὀξείας |

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
