# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.744

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.744

ἐσχηκέναι τὴν φύσιν ἐπιχειρήσασαν μὲν τῇ κρίσει | πολλάκις, οὐδὲν δ' ἀνύσασαν, ἀλλὰ ὑπὸ τοῦ νοσήματος νικηθεῖσαν ἅμα καὶ τῷ κακῶς διαιτᾶσθαι τὸν ἄνθρωπον. οὐδὲ γὰρ οὐδὲ τοῦτο μικρὸν εἰς ὄλεθρον. ὁ δὲ τῶν κρισίμων ἡμερῶν λόγος ἀκριβῶς κἀνταῦθα φαίνεται πεφυλαγμένος, ἁπασῶν τῶν κριτικῶν κινήσεων ἔτι τε τῶν ὑποστροφῶν ἐν ταύταις ταῖς ἡμέραις τῷ κάμνοντι γενομένων· ἑνδεκάτης γὰρ ἐμνημόνευσε καὶ τεσσαρεσκαιδεκάτης καὶ μετὰ ταύτην ἑπτακαιδεκάτης καὶ εἰκοστῆς, ἐφ' ᾗ τετάρτης καὶ εἰκοστῆς καὶ <τετάρτης καὶ> τριακοστῆς καὶ τεσσαρακοστῆς, ὑστάτης δὲ ἁπασῶν ἑκατοστῆς καὶ εἰκοστῆς, ἐν ᾗ φησιν ἀποθανεῖν τὸν ἄνθρωπον. ὅπερ δὲ κἀν τοῖς ἔμπροσθεν εἶπον, ἐρῶ καὶ νῦν, εἴ τις ἐλέγχοι τὰ εἰρημένα κακῶς τοῖς ἐξηγησαμένοις τὸ βιβλίον, ὡς μακρολόγος ψεχθήσεται. διὸ καθάπερ ἐπ' ἐκείνων ἕνεκα παραδείγματος μνημονεῦσαί τινων ἠναγκάσθην, οὕτω κἀνταῦθα ποιήσω. Σαβῖνος τοίνυν <ἃ μὲν> περὶ τῆς πατρίδος τοῦ κάμνοντος τοῦδε εἶπεν, ἔμπροσθεν ἐπεσημηνάμην· ἃ δὲ περὶ τοῦ ἐλαιώδους οὔρου, νῦν ἐρῶ, διαφέρει γὰρ οὐκ εἰς μικρὸν ἡ περὶ τούτου θεωρία. γράφει δὴ περὶ αὐτοῦ κατὰ λέξιν ὧδε· "τὸ οὖν ἐλαιῶδές τινες χολὴν ὠχρὰν <εἶναι>

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
