# In Hippocratis librum iii epidemiarum commentarii iii 17a.751

Galen, In Hippocratis librum iii epidemiarum commentarii iii, Volume 17a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-iii-epidemiarum-commentarii-iii/17a.751

κνυμένων ἀμφοτέρων τῶν ὀνομάτων, ὑπηλλαγμένα δὲ κατὰ τὴν χρόαν, τὰ μὲν ὑδατόχλοα <τὴν> τῆς χλόης ἐμφαίνειν αὐτά, τὰ δ' ὑδατόχολα τῆς χολῆς. καὶ τρίτη δ' ἐστὶ γραφὴ διὰ τοῦ χ καὶ ρ ὑδατόχροα, μήτ' ἐν τοῖς παλαιοῖς μήθ' ὅλως ἐν τοῖς ἀκριβέσιν ἀντιγράφοις εὑρισκομένη, φανερῶς γ' οὖσα μοχθηρά. τὰ γὰρ ὑδατώδη τῶν οὔρων ἐν αὐτῷ τῷ τοιαῦτα λεχθῆναι καὶ τὴν σύστασιν ἐμφαίνει λεπτὴν καὶ τὴν χρόαν λευκήν. ἐχρήσατο δ' <ἂν> ἐν τῇ διηγήσει τῆς ἀρρώστου τῆσδε κακοζηλότερον τῇ λέξει ὁ Ἱπποκράτης, καίτοι πολιτικῶς ἅπαντα τὰ κατὰ τὸ βιβλίον ἡρμηνευκώς. γέγραπται δ' οὖν ἡ λέξις οὕτως· πρὸς δὲ τὰ γεύματα ἀπονενοημένως εἶχεν, ὑπερβολὴν ἀνορεξίας καὶ τοῦ πρὸς αὐτὰ μίσους ἐνδεικνυμένης τῆς φωνῆς· ὅπερ ὅτι τῶν μοχθηρῶν ἐστι σημείων, εἴρηται πολλάκις. ἄξιον δὲ θαυμάσαι καὶ πῶς οὐδὲν εἶπον οἱ περὶ τὸν Σαβῖνον εἰς τοὺς προσκειμένους χαρακτῆρας ἑκάστῳ τῶν ἀρρώστων, ὑπὲρ ὧν ἐγὼ μὲν ἱκανῶς ἐν τῷ δευτέρῳ τῶν ὑπομνημάτων διελθὼν οὐκέτι δέομαι μνημονεύειν αὐτῶν. ὅ γε μὴν <Ζεῦξις> ἐφ' ἑκάστου τῶν ἀρρώστων προχειριζό|

---

Galenus Med., In Hippocratis librum iii epidemiarum commentarii iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg090.local001/.
